57a ΕΧ. Αὐτός, ὦ Φαίδων, παρεγένου Σωκράτει ἐκείνῃ τῇ ἡμέρα ᾗ τὸ φάρμακον ἔπιεν ἐν τῷ δεσμωτηρίῳ,
ἢ ἂλλου του ἤκουσας;
ΦΑΙΔ. Αὐτὸς, ὦ Ἐχέκρατες.
ΕΧ. Τί οὖν δέ ἐστιν ἅττα εἶπεν ὁ ἁνὴρ πρὸ τοῦ θανάτου; καὶ θῶς ἐτελεύτα? ἡδέως γὰρ ἂν ἐγὼ ἀκούσαιμι. καὶ γὰρ οὔτε τῶν πολιτῶν Φλειασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει
τὰ νῦν Ἀθήναζε, οὔτε τις ξένος ἀφῖκται χρόνου συχνοῦ 57b ἐκεῖθεν ὅστις ἂν ἡμῖν σαφές τι ἀγγεῖλαι οἷός τ’ ἦν περὶ τούτων, πλήν γε δὴ ὅτι φάρμακον πιὼν ἀποθάνoι· τῶν δὲ ἄλλων οὐδὲν εἶχεν φράζειν.
58a ΦΑΙΔ. Οὐδὲ τὰ περὶ τῆς δίκης ἄρα ἐπύθεσθε ὅν τρόπον ἐγένετο;
ΕΧ. Ναί, ταῦτα μὲν ἠμῖν ἤγγειλέ τις, καὶ ἐθαυμάζομέν γε ὅτι πάλαι γενομένης αὐτῆς πολλῷ ὕστερον φαίνεται ἀποθανών. τί οὖν ἦν τοῦτο, ὦ Φαίδων;
ΦΑΙΔ. Τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη: ἔτυχεν γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν.
ΕΧ. Τοῦτο δὲ δὴ τί έστιν;
ΦΑΙΔ. Τοῦτ’ ἔστι τὸ πλοῖον, ὥς φασιν Ἀθηναῖοι, ἐν ᾧ Θησεύς ποτε εἰς Κρήτην τοὺς “δὶς ἐπτὰ” ἐκεὶνους ᾤχετο 58b ἄγων καὶ ἔσωσέ τε καὶ αὐτὸς ἐσώθη. τῷ οὖν Ἀπόλλωνι ηὔξαντο ὠς λέγεται τότε, εἰ σωθεῖεν, ἐκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς Δῆλον: ἣν δὴ ἀεὶ καὶ νῦν ἔτι ἐξ ἐκείνου κατ’ ἐνιαυτὸν τῷ θεῷ πέμπουσιν. ἐπειδὰν οὖν ἄρξωνται
τῆς θεωρίας, νόμος ἐστὶν αὐτοῖς ἐν τῷ χρόνῳ τούτῳ καθαρεύειν τὴν πόλιν καὶ δημοσίᾳ μηδένα ἀποκτεινύναι, “πρὶν ἂν εἰς Δῆλόν τε ἀφίκηται τὸ πλοῖον καὶ πάλιν δεῦρο”: τοῦτο δ’ ἐνίοτε ἐν πολλῷ χρόνῳ γίγνεται, ὅταν τύχωσιν ἄνεμοι 58c ἀπολαβόντες αὐτούς. ἀρχὴ δ’ ἐστὶ τῆς θεωρίας ἐπειδὰν ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος στέψῃ τὴν πρύμναν τοῦ πλοίου: τοῦτο δ’ ἔτυχεν, ὥσπερ λέγω, τῇ προτεραίᾳ τῆς δίκης γεγονός. διὰ ταῦτα καὶ πολὺς χρόνος ἐγένετο τῷ Σωκράτει ἐν τῷ δεσμωτηρίῳ ὁ μεταξὺ τῆς δίςης τε καὶ τοῦ θανάτου.
ΕΧ. Τί δὲ δὴ τὰ μερὶ αὐτὸν τὸν θάνατον, ὦ Φαίδων; τί ἦν τὰ λεχθέντα καὶ πραχθέντα, καὶ τίνες οἱ παραγενόμενοι τῶν ἐπιτηδείων τῷ ἀνδρί; ἢ οὐκ
εἴων οἱ ἄρχοντες παρεῖναι, ἀλλ’ ἔρημος ἐτελεύτα φίλων;
58d ΦΑΙΔ. Οὐδαμῶς, ἀλλὰ παρῆσάν τινες, καὶ πολλοί γε.
ΕΧ. Ταῦτα δὴ πάντα προθυμήθητι ὡς σαφέστατα ἡμῖν ἀπαγγεῖλαι, εἰ μή τίς σοι ἀσχολία τυγχάνει οὖσα.
ΦΑΙΔ. Ἀλλὰ σχολάζω γε καὶ πειράσομαι ὑμῖν διηγήσασθαι: καὶ γὰρ τὸ μεμνῆσθαι Σωκράτους καὶ αὐτὸν λέγοντα καὶ ἄλλου ἀκούοντα
ἔμοιγε ἀεὶ πάντων ἡδιστον.
ΕΧ. Ἀλλὰ μήν, ὦ Φαίδων, καὶ τοὺς ἀκουσομένους γε τουούτους ἑτέρους ἔχεις: ἀλλὰ πειρῶ ὡς ἂν δύνῃ ἀκριβέστατα
διεξελθεῖν πάντα.
58e ΦΑΙΔ. [Comienzo
de F] Καὶ μὴν ἔγωγε θαυμάσια ἔπαθον
παραγενόμενος. οὔτε γὰρ ὡς θανάτῳ παρόντα με ἀνδρὸς ἐπιτηδείου ἔλεος εἰσῄει·
εὐδαίμων γάρ μοι ὁ ἀνὴρ ἐφαίνετο, ὦ Ἐχέκρατες, καὶ τοῦ τρόπου καὶ τῶν λόγων, ὡς
ἀδεῶς καὶ γενναίως ἐτελεύτα, ὥστε μοι ἐκεῖνον παρίστασθαι μηδ’ εἰς Ἅιδου ἰόντα ἄνευ θείας μοίρας ἰέναι, ἀλλὰ καὶ ἐκεῖσε 59a ἀφικόμενον εὖ πράξειν εἴπερ τις πώποτε καὶ ἄλλος. διὰ δὴ ταῦτα οὐδὲν πάνυ μοι ἐλεινὸν εἰσῄει, ὡς εἰκὸς ἂν δόξειεν εἶναι παρόντι πένθει, οὔτε αὖ ἡδονὴ ὡς ἐν φιλοσοφίᾳ ἡμῶν ὅντων ὥσπερ εἰώθεμεν – καὶ γὰρ οἱ λόγοι τοιοῦτοί τινες ἦσαν – ἀλλ’
ἀτεχνῶς ἄτοπόν τί μοι πάθος παρῆν καί τις ἀήθης κρᾶσις ἀπό τε τῆς ἡδονῆς συγκεκραμένη ὁμοῦ καὶ ἀπὸ τῆς λύπης, ἐνθυμουμένῳ ὅτι αὐτίκα ἐκεῖνος ἔμελλε τελευτᾶν. καὶ πάντες οἱ παρόντες σχεδόν τι οὕτω διεκείμεθα, τοτὲ μὲν γελῶντες, ἐνίοτε δὲ δακρύοντες, [Final
de F] εἷς δὲ ἡμῶν καὶ διαφερόντως, [f3] Ἀπολλόδωρος – οἶσθα γάρ που 59b τὸν ἄνδρα καὶ τὸν τρόπον αὐτοῦ. [f2].
(59b) ΕΧ. Πῶς γὰρ οὔ;
ΦΑΙΔ. Ἐκεῖνός τε τοίνυν παντάπασιν οὕτως εἶχεν, καὶ αὐτὸς ἔγωγε ἐτεταράγμην καὶ οἱ ἄλλοι.
ΕΧ. Ἔτυχον δέ, ὦ Φαίδων, τίνες παραγενόμενοι;
ΦΑΙΔ. [Comienzo de f1] Οὗτός τε δὴ ὁ Ἀπολλόδωρος τῶν ἐπιχωρίων παρῆν καὶ Κριτόβουλος καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἔτι Ἑρμογένης καὶ Ἐπιγένης καὶ Αἰσχίνης καὶ Ἀντισθένης: ἦν δὲ καὶ Κτήσιππος ὀ Παιανιεὺς καὶ Μενέξενος καὶ ἄλλοι τινὲς τῶν ἐπιχωρίων. Πλάτων δὲ οἶμαι ἠσθένει.
ΕΧ. ξένοι δέ τινες παρῆσαν;
59c ΑΙΔ. Ναί, Σιμμίας γε ὁ Θηβαῖος καὶ Κέβης καὶ Φαιδώνδης καὶ Μεγαρόθεν Εὐκλείδης τε καὶ
Τερψίων.
ΕΧ. Τί δέ; Ἀρίστιππος καὶ Κλεόμβροτος παρεγένοντο;
ΦΑΙΔ. Οὐ δῆτα· ἐν Αἰγίνῃ γὰρ ἐλέγοντο εἶναι.
ΕΧ. Ἄλλος δέ τις παρῆν;
ΦΑΙΔ. Σχεδόν τι οἶμαι τούτους παραγενέσθαι. [Final
de f1]
ΕΧ. Τί οὖν δή; τίνες φῂς ἦσαν οἱ λόγοι;
ΦΑΙΔ. Ἐγώ σοι ἐξ ἀρχῆς [0] πάντα πειράσομαι διηγήσασθαι. 59d [Comienzo
de s1] ἀεὶ γὰρ δὴ καὶ τὰς πρόσθεν ἡμέρας εἰώθεμεν φοιτᾶν καὶ ἐγὼ καὶ οἱ ἄλλοι παρὰ τὸν Σωκράτη, συλλεγόμενοι ἕωθεν εἰς τὸ δικαστήριον ἐν ᾧ καὶ ἡ δίκη ἐγένετο: πλησίον γὰρ ἦν τοῦ δεσμωτηρίου.
περιεμένομεν οὖν ἑκάστοτε ἕως ἀνοιχθείη τὸ δεσμωτήριον, διατρίβοντες μετ’ ἀλλήλων, ἁνεῴγετο
γὰρ οὐ πρῴ: ἐπειδὴ δὲ ἀνοιχθείη, εἰσῇμεν παρὰ τὸν Σωκράτη καὶ τὰ πολλὰ διημερεύομεν
μετ’ αὐτοῦ. καὶ δὴ καὶ τότε πρῳαίτερον συνελέγημεν: τῇ γὰρ προτεραίᾳ 59e ἐπειδὴ ἐξήλθομεν ἐκ τοῦ δεσμωτηρίου ἑσπέρας, ἐπυθόμεθα ὅτι τὸ
πλοῖον ἐκ Δήλου ἀφιγμένον εἴη. παρηγγείλαμεν οὖν ἀλλήλοις
ἥκειν ὡς πρῳαίτατα εἰς τὸ εἰωθός. καὶ ἥκομεν
καὶ ἡμῖν ἐξελθὼν ὁ θυρωρός, ὅσπερ εἰώθει ὑπακούειν, εἶπεν περιμένειν καὶ μὴ πρότερον παριέναι ἕως ἂν αὐτὸς κελεύσῃ. “Λύουσι γάρ,” ἔφη, “/οἰ ἔνδεκα Σωκράτη καὶ
παραγγέλλουσιν ὅπως ἂν τῇδε τῇ
ἡμέρᾳ τελευτᾷ." οὐ πολὺν δ’ οὖν χρόνον ἐπισχὼν ἧκεν καὶ ἐκέλευεν
ἡμᾶς εἰσιέναι. 60a εἰσιόντες οὖν [Final de s1] κατελαμβάνομεν
τὸν μὲν Σωκράτη ἄρτι λελυμένον, τὴν δὲ Ξανθίππην –– γιγνώσκεις
γάρ [s2] –– ἔχουσάν τε τὸ παιδίον αὐτοῦ καὶ παρακαθημένην. ὡς
οὖν εἶδεν ἡμᾶς ἡ Ξανθίππη, ἀνηυφήμησέ τε καὶ τοιαῦτ’ ἄττα εἶπεν οἷα δὴ εἰώθασιν αἰ γυναῖκες, ὅτι “Ὦ Σώκρατες, ὕστατον δή σε προσεροῦσι νῦν οἱ ἐπιτήδειοι καὶ σὺ τοὺτους.” καὶ ὁ Σωκράης βλέψας εἰς τὸν Κρίτωνα, “Ὦ Κρίτων,” ἔφη,
“ἀπαγέτω τις αὐτὴν οἴκαδε.”
Καὶ ἐκείνην μὲν ἀπῆγόν τινες τῶν τοῦ Κρίτωνος βοῶσάν 60b τε καὶ κοπτομένην [s3] [Comienzo de S] ὁ δὲ Σωκράτης
ἀνακαθιζόμενος εἰς τὴν κλίνην συνέκαμψέ τε τὸ σκέλος καὶ ἐξέτριψε τῇ χειρί, καὶ τρίβων ἅμα, “Ὡς ἄτοπον,” ἔφη, “ὦ
ἄνδρες, ἔοικέ τι εἶναι τοῦτο ὃ καλοῦσιν οἱ ἄνθρωποι
ἡδύ· ὡς θαυμασίως πέφυκε πρὸς τὸ δοκοῦν ἐναντίον εἶναι, τὸ λυπηρόν. τὸ ἅμα μὲν αὐτὼ μὴ ἐθέλειν παραγίγνεσθαι τῷ ἀνθρώπῳ, ἐὰν δέ τις διώκῃ τὸ ἕτερον καὶ λαμβάνῃ, σχεδόν τι ἀναγκάζεσθαι ἀεὶ λαμβάνειν
καὶ τὸ ἕτερον, ὥσπερ ἐκ μιᾶς κορυφῆς ἡμμένω 60c
δύ’ ὄντε. καί μοι δοκεῖ,” ἔφη, “εἰ ἐνενόησεν αὐτὰ Αἴσωπος, μῦθον ἂν συνθεῖναι ὡς ὁ θεὸς βουλόμενος αὐτὰ διαλλάξαι πολεμοῦντα, ἐπειδὴ οὐκ ἐδύνατο, συνῆψεν εἰς ταὐτὸν αὐτοῖς τὰς κορυφάς, καὶ διὰ ταῦτα ᾧ ἂν τὸ ἕτερον
παραγένηται ἐπακολουθεῖ ὕστερον καὶ τὸ ἕτερον. ὥσπερ οὖν καὶ αὐτῷ μοι ἔοικεν· ἐπειδὴ ὑπὸ
τοῦ δεσμοῦ ἦν ἐν τῷ σκέλει τὸ ἀλγεινόν, ἥκειν δὴ φαίνεται ἐπακολουθοῦν τὸ ἡδύ.”
[Final de S]
No hay comentarios:
Publicar un comentario